Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.342 Joseph. AJ 14.347 (English) >>Joseph. AJ 14.352

14.345Φασαήλῳ μὲν οὖν παρῄνουν τινὲς εὐθὺς ἀφιππάσασθαι καὶ μὴ περιμένειν, μάλιστα μέντοι πρὸς ταῦτα αὐτὸν Ὀφέλλιος ἐνῆγεν, ὃς ἀκηκόει παρὰ Σαραμάλλα τοῦ πλουσιωτάτου τῶν ἐν Συρίᾳ τότε καὶ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο· ἐγγὺς γὰρ ἦν θάλασσα. 14.346 δὲ Ὑρκανὸν ἀπολιπεῖν οὐκ ἠξίου οὐδὲ παρακινδυνεύειν τἀδελφῷ· προσελθὼν δὲ πρὸς τὸν Βαζαφράνην οὐ δίκαια ποιεῖν αὐτὸν ἔλεγεν τοιαῦτα βουλευόμενον περὶ αὐτῶν· χρημάτων τε γὰρ δεομένῳ πλείονα ἔσεσθαι παρʼ αὐτοῦ ὧν Ἀντίγονος δίδωσιν, καὶ ἄλλως δεινὸν εἶναι πρὸς αὐτὸν ἐπὶ πίστει συνελθόντας πρεσβευτὰς ἀποκτεῖναι μηδὲν ἀδικοῦντας. 14.347 δὲ βάρβαρος ταῦτα λέγοντος ὤμνυεν μηδὲν ἀληθὲς εἶναι τῶν ὑπονοουμένων, ἀλλὰ ψευδεῖς αὐτὸν ὑποψίας ταράξαι, ἀπῄει τε πρὸς Πάκορον. 14.348

Οἰχομένου δὲ τῶν Πάρθων ἐδέσμευόν τινες Ὑρκανὸν καὶ Φασάηλον πολλὰ τῆς ἐπιορκίας κακίζοντα τοὺς Πάρθους. δʼ ἐπὶ τὸν Ἡρώδην ἀπεσταλμένος εὐνοῦχος ἐντολὰς εἶχεν προαγαγὼν αὐτὸν ἔξω τοῦ τείχους συλλαμβάνειν. 14.349ἔτυχον δὲ ἄγγελοι παρὰ Φασαήλου πεμφθέντες ἐπὶ δηλώσει τῆς τῶν Πάρθων ἀπιστίας, οὓς τῶν πολεμίων συλλαβόντων γνοὺς Ἡρώδης πρόσεισι Πακόρῳ καὶ Πάρθων τοῖς δυνατοῖς ὡς οὖσιν τῶν ἄλλων δεσπόταις. 14.350οἱ δὲ τὸ πᾶν εἰδότες ὑπεκρίνοντο δολερῶς καὶ δεῖν αὐτὸν ἔφασαν μετὰ σφῶν ἐξελθόντα πρὸ τοῦ τείχους ὑπαντᾶν τοῖς τὰ γράμματα κομίζουσιν· οὐδέπω γὰρ αὐτοὺς εἰλῆφθαι πρὸς τῶν ἀντιστασιωτῶν, ἥκειν μέντοι δηλοῦντας ὅσα κατορθώσειε Φασάηλος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.342 Joseph. AJ 14.347 (English) >>Joseph. AJ 14.352

Powered by PhiloLogic